Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.6.1 | Hdt. 4.7.3 (English) | >>Hdt. 4.9.1 |
4.7.1 γεγονέναι μέν νυν σφέας ὧδε λέγουσι οἱ Σκύθαι , ἔτεα δὲ σφίσι ἐπείτε γεγόνασι τὰ σύμπαντα λέγουσι εἶναι ἀπὸ τοῦ πρώτου βασιλέος Ταργιτάου ἐς τὴν Δαρείου διάβασιν τὴν ἐπὶ σφέας χιλίων οὐ πλέω ἀλλὰ τοσαῦτα . τὸν δὲ χρυσόν τοῦτον τὸν ἱρὸν φυλάσσουσι οἱ βασιλέες ἐς τὰ μάλιστα , καὶ θυσίῃσι μεγάλῃσι ἱλασκόμενοι μετέρχονται ἀνὰ πᾶν ἔτος .
4.7.2 ὃς δʼ ἂν ἔχων τὸν χρυσὸν τὸν ἱρὸν ἐν τῇ ὁρτῇ ὑπαίθριος κατακοιμηθῇ , οὗτος λέγεται ὑπὸ Σκυθέων οὐ διενιαυτίζειν . δίδοσθαι δέ οἱ διὰ τοῦτο ὅσα ἂν ἵππῳ ἐν ἡμέρῃ μιῇ περιελάσῃ αὐτὸς . τῆς δὲ χώρης ἐούσης μεγάλης τριφασίας τὰς βασιληίας τοῖσι παισὶ τοῖσι ἑωυτοῦ καταστήσασθαι Κολάξαιν , καὶ τουτέων μίαν ποιῆσαι μεγίστην , ἐν τῇ τὸν χρυσὸν φυλάσσεσθαι .
4.7.3 τὰ δὲ κατύπερθε πρὸς βορέην λέγουσι ἄνεμον τῶν ὑπεροίκων τῆς χώρης οὐκ οἷά τε εἶναι ἔτι προσωτέρω οὔτε ὁρᾶν οὔτε διεξιέναι ὑπὸ πτερῶν κεχυμένων · πτερῶν γὰρ καὶ τήν γῆν καὶ τὸν ἠέρα εἶναι πλέον , καὶ ταῦτα εἶναι τὰ ἀποκληίοντα τὴν ὄψιν .
ch. 8
4.8.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.6.1 | Hdt. 4.7.3 (English) | >>Hdt. 4.9.1 |